Add parallel Print Page Options

16 Ἔλεγεν δὲ καὶ πρὸς τοὺς [a]μαθητάς· Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ. καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ· Τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου, οὐ γὰρ [b]δύνῃ ἔτι οἰκονομεῖν. εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· Τί ποιήσω ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ’ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι· ἔγνων τί ποιήσω, ἵνα ὅταν μετασταθῶ [c]ἐκ τῆς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους [d]ἑαυτῶν. καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγεν τῷ πρώτῳ· Πόσον ὀφείλεις τῷ κυρίῳ μου; ὁ δὲ εἶπεν· Ἑκατὸν βάτους ἐλαίου· [e]ὁ δὲ εἶπεν αὐτῷ· Δέξαι σου [f]τὰ γράμματα καὶ καθίσας ταχέως γράψον πεντήκοντα. ἔπειτα ἑτέρῳ εἶπεν· Σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν· Ἑκατὸν κόρους σίτου· [g]λέγει αὐτῷ· Δέξαι σου [h]τὰ γράμματα καὶ γράψον ὀγδοήκοντα. καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:1 μαθητάς WH Treg NIV ] + αὐτοῦ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:2 δύνῃ WH Treg NIV ] δύνήσῃ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:4 ἐκ WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:4 ἑαυτῶν WH Treg ] αὐτῶν NIV RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:6 ὁ δὲ WH Treg NIV ] Καὶ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:6 τὰ γράμματα WH Treg NIV ] τὸ γράμμα RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:7 λέγει WH Treg NIV ] Καὶ λέγει RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:7 τὰ γράμματα WH Treg NIV ] τὸ γράμμα RP